Καὶ ταῦτα μέν σου τὰ διὰ Χριστὸν ἄθλα, πανθαύμαστε, καὶ οἱ ἀγῶνες καὶ τὰ παλαίσματα. Σὺ δὲ καὶ ἔτι πρεσβείας ὑπὲρ τοῦ κόσμου ποιούμενος, ἀξιόθεε, αἴτησαι καὶ βασιλέως ἡμῶν ὑπὲρ τοῦ καλοῦ καὶ τὰ πάντα (230) χρηστοῦ, δοθῆναι τούτῳ μήκιστον ζωὴν καὶ παθῶν ὑπερτέραν, ἰλύος πάσης ὅλως ἀπηλλαγμένην, χειρὶ σκεπομένην τε τοῦ θεοῦ λόγου, ἀπαλείφουσαν ἐθνῶν ἄπειρα πλήθη, (235) ἡμεροῦσαν δὴ χώρας αὐτῶν καὶ πόλεις, λαμπροῖς τροπαίοις καὶ νίκαις εὐπρεπέσι, πάντων ἀγαθῶν οὐρανίων τὴν δόσιν καὶ βασιλείας θεοῦ τὴν κληρουχίαν· ὅτι αὐτῷ Χρι- στῷ τῷ θεῷ ἡμῶν πρέπει ἡ δόξα, νῦν καὶ εἰς τοὺς (240) ἀτελευτήτους αἰῶνας ἀμήν.